Έλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, Σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον. Τριὰς Ἁγία, δόξα Σοι.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν Χαρᾶς Εὐαγγέλια, Τῆς Ἀναστάσεως Χριστοῦ. Τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς Νυμφίον προερχόμενον.


Κυριακή 20 Απριλίου 2014

ΑΝΑΣΤΑΣΗ - Ο ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ ! - ΤΗΣ ΧΑΡΑΣ ΤΑ ΕΥΑΓΓΕΛΙΑ

ΠΑΣΧΑ 

                              Ο ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ ! ! !

ΧΑΡΑΣ ΕΥΑΓΓΕΛΙΑ



Χριστός Ανέστη εκ νεκρών , 
θανάτω θάνατον πατήσας 
και τοις εν τοις μνήμασι,
ζωή χαρισάμενος.

Αναστάς ο Ιησούς από του Τάφου 
καθώς προείπεν , 
έδωκεν ημίν την αιώνιον ζωήν και μέγα έλεος.

Αναστάσεως ημέρα, λαμπρυνθώμεν λαοί , πάσχα Κυρίου, πάσχα! Εκ γαρ θανάτου προς ζωήν και εκ γης προς ουρανόν Χριστός ο Θεός ημάς διεβίβασεν, επινίκιον άδοντας.


Ει και εν τάφω κατήλθες, Αθάνατε, αλλά του Άδου καθείλες τήν δύναμιν· και ανέστης ως νικητής, Χριστέ ο Θεός γυναιξί μυροφόροις φθεγξαμένος· Χαίρετε· και τοις σοις αποστόλοις ειρήνην δωρούμενος, ο τοις πεσούσι παρέχων ανάστασιν.


Δεύτε τού και νού τής αμπέλου γεννήματος τής θείας ευφροσύνης, εν τή ευσήμω ημέρα τής εγέρσεως, βασιλείας τε Χριστού κοινωνήσωμεν, υμνούντες αυτόν, ως Θεόν εις τούς αιώνας.


Άρον κύκλω τούς οφθαλμούς σου Σιών καί ίδε, ιδού γάρ ήκασί σοι, θεοφεγγείς ως φωστήρες, εκ δυσμών καί βορρά, καί θαλάσσης, καί εώ ας τά τέκνα σου εν σοί ευλογούντα, Χριστόν εις τούς αιώνας.


Πάτερ παντοκράτορ, καί Λόγε, καί Πνεύμα, τρισίν ενιζομένη, εν υποστάσεσι φύσις, υπερούσιε καί υπέρθεε εις σέ βεβαπτίσμεθα, καί σέ ευλογούμεν, εις πάντας τούς αιώνας.


Φωτίζου, φωτίζου, η νέα Ιερουσαλήμ, η γάρ δόξα Κυρίου επί σέ ανέτειλε, Χόρευε νύν, καί αγάλλου Σιών, σύ δέ αγνή, τέρπου Θεοτόκε, εν τή εγέρσει τού τόκου σου.


Ώ θείας, ώ φίλης, ώ γλυκυτάτης σου φωνής, μεθ' ημών αψευδώς γάρ, επηγγείλω έσεσθαι, μέχρι τερμάτων αιώνος Χριστέ, ήν οι πιστοί, άγκυραν ελπίδος, κατέχοντες αγαλλόμεθα.


Ώ Πάσχα τό μέγα, καί ιερώτατον Χριστέ, ώ σοφία καί Λόγε, τού Θεού καί δύναμις, δίδου ημίν εκτυπώτερον, σού μετασχείν, εν τή Ανεσπέρω ημέρα τής βασιλείας σου.


Πάσχα ιερόν ημίν σήμερον αναδέδεικται,

πάσχα καινόν άγιον, πάσχα μυστικόν,
πάσχα πανσεβάσμιον,
πάσχα, Χριστός ο λυτρωτής,
πάσχα άμωμον,
πάσχα μέγα, πάσχα των πιστών
πάσχα τας πύλας ημίν
του παραδείσου ανοίξαν,
πάσχα πάντας αγιάζον πιστούς.

Δεύτε απο θέας γυναίκες ευαγγελίστριαι

και τη Σιών είπατε δέχου παρ' ημών
Χαράς Ευαγγέλια
της αναστάσεως Χριστού,
τέρπου, χόρευε
και αγάλλου, Ιερουσαλήμ,
τον βασιλέα Χριστόν
θεασαμένη εκ του μνήματος
ως νυμφίον προερχόμενον.



Αι μυροφόροι γυναίκες όρθρου βαθέως
επιστάσαι προς το μνήμα
του ζωοδότου
εύρον άγγελον
επί του λίθου καθήμενον,
και αυτός προσφθεγξάμενος
αυταίς ούτως έλεγε
τι ζητείτε τον ζώντα μετά των νεκρών;
τι θρηνείτε τον άφθαρτον ως εν φθορά;
απελθούσαι κηρύξατε τοις εαυτού μαθηταίς.

Πάσχα το τερπνόν, πάσχα κυρίου, πάσχα,

πάσχα πανσεβάσμιον ημίν ανέτειλε,
πάσχα, εν χαρά αλλήλους περιπτυξώμεθα
ω πάσχα λύτρον λύπης
και γαρ εκ τάφου σήμερον,
ώσπερ εκ παστού, εκλάμψας Χριστός
τα γύναια χαράς έπλησε λέγων
κηρύξατε αποστόλοις.

Αναστάσεως ημέρα και λαμπρυνθώμεν τη πανηγύρει

και αλλήλους περιπτυξώμεθα!
Είπωμεν αδελφοί και τοις μισούσιν ημάς
συγχωρήσωμεν πάντα τη αναστάσει!
Και ούτω βοήσωμεν
Χριστός ανέστη εκ νεκρών θανάτω
θάνατον πατήσας
και τοις εν τοις μνήμασι
ζωήν χαρισάμενος.



                                                           ΤΗΣ ΧΑΡΑΣ ΤΑ ΕΥΑΓΓΕΛΙΑ

Κατά Μάρκον 16,1-8
Διαγενομένου τού σαββάτου, Μαρία η Μαγδαληνή καί Μαρία η τού Ιακώβου καί Σαλώμη ηγόρασαν αρώματα, ίνα ελθούσαι αλείψωσιν αυτόν.

καί λίαν πρωϊ τή μιά τών σαββάτων έρχονται επί τό μνημείον ανατείλαντος τού ηλίου. καί έλεγον πρός εαυτάς, 
Τίς αποκυλίσει ημίν τόν λίθον εκ τής θύρας τού μνημείου; 
 καί αναβλέψασαι θεωρούσιν ότι αποκεκύλισται ο λίθος, ήν γάρ μέγας σφόδρα. 
καί εισελθούσαι εις τό μνημείον, είδον νεανίσκον καθήμενον εν τοίς δεξιοίς, περιβεβλημένον στολήν λευκήν, καί εξεθαμβήθησαν. 
ο δέ λέγει αυταίς, Μή εκθαμβείσθε, Ιησούν ζητείτε τόν Ναζαρηνόν τόν εσταυρωμένον, ηγέρθη, ουκ έστιν ωδε, ίδε, ο τόπος όπου έθηκαν αυτόν, 
 αλλ' υπάγετε, είπατε τοίς μαθηταίς αυτού καί τώ Πέτρω, ότι Προάγει υμάς εις τήν Γαλιλαίαν, εκεί αυτόν όψεσθε, καθώς είπεν υμίν. 
Καί εξελθούσαι ταχύ έφυγον από τού μνημείου, είχε δέ αυτάς τρόμος καί έκστασις, καί ουδενί ουδέν είπον, εφοβούντο γάρ. 

Κατά Ιωάννην κ΄ 19-27

Ούσης ούν οψίας τή ημέρα εκείνη τή μιά τών σαββάτων, καί τών θυρών κεκλεισμένων όπου ήσαν οι μαθηταί συνηγμένοι διά τον φόβον τών Ιουδαίων , 
ήλθεν ο Ιησούς καί έστη εις τό μέσον, καί λέγει αυτοίς, 
Ειρήνη υμίν. καί τούτο ειπών έδειξεν αυτοίς τάς χείρας καί τήν πλευράν αυτού.εχάρησαν ούν οι μαθηταί ιδόντες τόν Κύριον. 
είπεν ούν αυτοίς ο Ιησούς πάλιν , Ειρήνη υμίν, καθώς απέσταλκέ με ο πατήρ, καγώ πέμπω υμάς.καί τούτο εΙπών ενεφύσησε καί λέγει αυτοίς, Λάβετε Πνεύμα Άγιον. άν τινων αφήτε τάς αμαρτίας, αφιένται αυτοίς, άν τινων κρατήτε, κεκράτηνται. 
Θωμάς δέ, εις εκ τών δώδεκα, ο λεγόμενος Δίδυμος, ουκ ήν μετ' αυτών ότε ήλθεν Ιησούς, έλεγον ούν αυτώ οι άλλοι μαθηταί, Εωράκαμεν τόν Κύριον. 
ο δέ είπεν αυτοίς, Εάν μή ίδω εν ταίς χερσίν αυτού τόν τύπον τών ήλων, καί βάλω τόν δάκτυλόν μου εις τόν τύπον τών ήλων, καί βάλω μου τήν χείρα εις τήν πλευράν αυτού, ου μή πιστεύσω. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου