Έλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, Σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον. Τριὰς Ἁγία, δόξα Σοι.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν Χαρᾶς Εὐαγγέλια, Τῆς Ἀναστάσεως Χριστοῦ. Τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς Νυμφίον προερχόμενον.


Κυριακή 20 Απριλίου 2014

Αναστάσεως ημέρα, λαμπρυνθώμεν λαοί Πάσχα Κυρίου, Πάσχα!



Αναστάσεως ημέρα-Πέτρος Γαϊτάνος

 

Αναστάσεως ημέρα,
λαμπρυνθώμεν λαοί
Πάσχα Κυρίου, Πάσχα,
εκ γάρ θανάτου προς ζωήν,
και εκ γής προς ουρανόν, Χριστός ο Θεός
ημάς διεβίβασεν,
επινίκιον άδοντας.

Δεύτε πόμα πίωμεν καινόν,
ουκ εκ πέτρας αγόνου τερατουργούμενον,
αλλ' αφθαρσίας πηγήν,
εκ τάφου ομβρήσαντος Χριστού,
εν ω στερεούμεθα.


Επί της θείας φυλακής,
ο θεηγόρος Αββακούμ,
στήτω μεθ' ημών, και δεικνύτω,
φαεσφόρον άγγελον,
διαπρυσίως λέγοντα
Σήμερον σωτηρία τω κόσμω
ότι ανέστη Χριστός
ως παντοδύναμος.

Ορθρίσωμεν όρθρου βαθέος,
και αντί μύρου
τον ύμνον προσοίσωμεν
τω Δεσπότη
και Χριστόν οψόμεθα,
δικαιοσύνης ήλιον,
πάσι ζωήν ανατέλλοντα.

Κατήλθες
εν τοις κατωτάτοις της γης
και συνέτριψας μοχλούς
αιωνίους, κατόχους
πεπεδημένων Χριστέ,
και τριήμερος,
ως εκ κήτους Ιωνάς
εξανέστης του τάφου.


Ο παίδας εκ καμίνου ρυσάμενος
γενόμενος άνθρωπος
πάσχει ως θνητός
και διά πάθους το θνητόν
αφθαρσίας ενδύει ευπρέπειαν
ο μόνος ευλογητός
των Πατέρων Θεός
και υπερένδοξος.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου