Έλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, Σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον. Τριὰς Ἁγία, δόξα Σοι.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν Χαρᾶς Εὐαγγέλια, Τῆς Ἀναστάσεως Χριστοῦ. Τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς Νυμφίον προερχόμενον.


Τρίτη 30 Απριλίου 2013

ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΡΙΤΗ



Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τρίτῃ, τῆς τῶν δέκα Παρθένων παραβολῆς, τῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου, μνείαν ποιούμεθα.
Τρίτη μεγίστη Παρθένους δέκα φέρει,
Νίκην φερούσας ἀδεκάστου Δεσπότου.

Ἀλλ' ὦ Νυμφίε Χριστέ, μετὰ τῶν φρονίμων ἡμᾶς συναρίθμησον Παρθένων, καὶ τῇ ἐκλεκτῇ σου σύνταξον ποίμνῃ, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου