Έλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, Σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον. Τριὰς Ἁγία, δόξα Σοι.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν Χαρᾶς Εὐαγγέλια, Τῆς Ἀναστάσεως Χριστοῦ. Τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς Νυμφίον προερχόμενον.


Τετάρτη 6 Ιουλίου 2011

Εγω πατήρ, εγώ αδελφός, εγώ νυμφίος...


7328_1063092797498_1831341672_125555_2565342_n.jpg
 
























Εγώ πατήρ, 
εγώ αδελφός, 
εγώ νυμφίος, 
εγώ οικία, 
εγώ τροφεύς, 
εγώ ιμάτιον, 
εγώ ρίζα, 
εγώ θεμέλιος, 
παν όπερ αν θέλεις εγώ. 

Μηδενός εν χρεία καταστείς. 
Εγώ δουλεύσω.
Ήλθον γαρ διακονήσαι, 
ου διακονηθήναι. 
Εγώ και φίλος και ξένος και κεφαλή και αδελφός και αδελφή και μήτηρ. 
Πάντα εγώ.
Μόνον οικείως έχε προς εμέ.  
Εγώ πένης δια σέ και αλήτης δια σέ, 
επι σταυρού δια σέ, 
άνω υπέρ σου εντυγχάνω τω Πατρί 
κάτω υπέρ σου πρεσβευτής παραγέγονα παρά του Πατρός.
Πάντα μοι σύ και αδελφός  και συγκληρονόμος και  φίλος και  μέλος.
                           
                                  Τι πλέον θέλεις; 



Αγιος Ιωάννης ο  Χρυσόστομος

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου