Ἡ Έλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, Σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον. Τριὰς Ἁγία, δόξα Σοι.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν Χαρᾶς Εὐαγγέλια, Τῆς Ἀναστάσεως Χριστοῦ. Τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς Νυμφίον προερχόμενον.


Δευτέρα 4 Ιουλίου 2011

ΠΡΟΣΕΥΧΗ ΓΙΑ ΤΗΝ ΠΑΤΡΙΔΑ ΨΑΛΜΟΣ 12



































1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

2ΕΩΣ π
ότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέ
λος;
ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;
3ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, 
ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; 
ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ; 
4ἐπίβλεψον, εἰσάκουσόν μου, 
Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, 
μήποτε ὑπνώσω εἰς θάνατον, 
5μήποτε εἴπῃ ὁ ἐχθρός μου· 
ἴσχυσα πρὸς αὐτόν· 
οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. 
6ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, 
ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· 
ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με 
καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ῾Υψίστου.


Ψαλμος 12

























Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου